Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.163 Joseph. AJ 15.168 (English) >>Joseph. AJ 15.172

15.166φιλόνεικος δʼ ἦν Ἀλεξάνδρα καὶ τὴν ἐλπίδα τῆς μεταβολῆς ἀκρατῶς φέρουσα λόγους ἐποιεῖτο πρὸς τὸν πατέρα, μὴ μέχρι παντὸς ἀναμεῖναι τὴν Ἡρώδου παρανομίαν εἰς τὸν αὐτῶν οἶκον, ἀλλὰ προλαβεῖν ἀσφαλείᾳ τὰς αὖθις ἐλπίδας, 15.167καὶ γράφειν ἠξίου περὶ τούτων Μάλχῳ τῷ τὴν ἀραβαρχίαν ἔχοντι δέξασθαί τε αὐτὸν καὶ διʼ ἀσφαλείας ἔχειν· ὑπεξελθόντων γὰρ εἰ τὰ περὶ τὸν Ἡρώδην οὕτως χωρήσειεν, ὡς εἰκὸς ἐν ἔχθρᾳ Καίσαρος, αὐτοὺς ἔσεσθαι τοὺς τὴν ἀρχὴν ἀπολαμβάνοντας μόνους καὶ διὰ τὸ γένος καὶ διὰ τὴν εὔνοιαν τῶν ὄχλων. 15.168ταῦτα πειθούσης μὲν Ὑρκανὸς διωθεῖτο τοὺς λόγους, φιλόνεικον δέ τι καὶ γυναικεῖον αὐτῆς πεπονθυίας καὶ μήτε νύκτα μήθʼ ἡμέραν ἀπολειπομένης, ἀλλʼ ἀεὶ περὶ τούτων καὶ τῆς Ἡρώδου πρὸς αὐτοὺς ἐπιβουλῆς διαλεγομένης, ἀνεπείσθη τέλος ἐπιστολὴν δοῦναι Δοσιθέῳ τινὶ τῶν περὶ αὐτὸν φίλων, ἐν συντέτακτο πέμπειν αὐτῷ τὸν Ἄραβα τοὺς ἀναληψομένους καὶ παραπέμψοντας ἱππέας ἐπὶ τὴν Ἀσφαλτῖτιν λίμνην· αὕτη δʼ ἀπέχει τῶν Ἱεροσολυμιτῶν ὅρων σταδίους τριακοσίους. 15.169ἐπίστευεν δὲ τῷ Δοσιθέῳ θεραπεύοντος αὐτοῦ καὶ αὐτὸν καὶ τὴν Ἀλεξάνδραν καὶ τῆς πρὸς Ἡρώδην δυσνοίας οὐ μικρὰς αἰτίας ἔχοντος· Ἰωσήπου τε γάρ, ὃν ἐκεῖνος ἀνῃρήκει, συγγενὴς ἦν καὶ τῶν ἐν Τύρῳ φονευθέντων ὑπʼ Ἀντωνίου πρότερον ἀδελφός.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.163 Joseph. AJ 15.168 (English) >>Joseph. AJ 15.172

Powered by PhiloLogic